Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.56 Joseph. AJ 15.61 (English) >>Joseph. AJ 15.66

15.60κἀκείνη μὲν ἐγκρατῶς ἔφερε τὴν ὑποψίαν. Ἡρώδης δὲ πᾶσι τοῖς ἔξωθεν πιθανῶς ἀπεσκευάζετο, μὴ μετὰ προνοίας γενέσθαι τῷ παιδὶ τὸν θάνατον, οὐχ ὅσα πρὸς πένθος ἐπιτηδεύων μόνον, ἀλλὰ καὶ δάκρυσι χρώμενος καὶ σύγχυσιν τῆς ψυχῆς ἐμφαίνων ἀληθινήν, τάχα μὲν καὶ τοῦ πάθους ἀπονικῶντος αὐτὸν ἐν ὄψει τῆς τε ὥρας καὶ τοῦ κάλλους, εἰ καὶ πρὸς ἀσφάλειαν θάνατος τοῦ παιδὸς ἐνομίζετο, δῆλον δʼ ὡς ἀπολογίαν αὐτὰ πραγματευόμενος. 15.61τά γε μὴν εἰς τὴν πολυτέλειαν τῆς ἐκφορᾶς καὶ μᾶλλον ἐπεδείξατο, πολλὴν μὲν τὴν παρασκευὴν περί τε τὰς θήκας καὶ τὸ πλῆθος τῶν θυμιαμάτων ποιησάμενος, πολὺν δὲ συγκαταθάπτων κόσμον, ὡς ἐκπλῆξαι τὸ λυπηρὸν τῆς ἐν ταῖς γυναιξὶν ἀλγηδόνος καὶ παραμυθήσασθαι τούτῳ τῷ μέρει. 15.62

Τὴν δʼ Ἀλεξάνδραν ἥττησε μὲν οὐδὲν τῶν τοιούτων, ἀεὶ δὲ καὶ μᾶλλον μνήμη τοῦ κακοῦ παρέχουσα τὴν ὀδύνην ὀδυρτικὴν ἐποίει καὶ φιλόνεικον, καὶ γράφει τὴν ἐπιβουλὴν Ἡρώδου τῇ Κλεοπάτρᾳ καὶ τὴν ἀπώλειαν τοῦ παιδός. 15.63 δὲ καὶ πάλαι σπεύδουσα προσαρκέσαι δεομένῃ καὶ τὰς ἀτυχίας οἰκτείρουσα τῆς Ἀλεξάνδρας αὐτῆς ἐποιεῖτο τὸ πᾶν πρᾶγμα καὶ Ἀντώνιον οὐκ ἀνίει τίσασθαι τὸν φόνον τοῦ παιδὸς παροξύνουσα· οὐ γὰρ ἄξιον Ἡρώδην διʼ αὐτοῦ καταστάντα βασιλέα τῆς οὐδὲν προσηκούσης ἀρχῆς εἰς τοὺς ὄντως βασιλεῖς τοιαύτας ἐπιδείκνυσθαι παρανομίας.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.56 Joseph. AJ 15.61 (English) >>Joseph. AJ 15.66

Powered by PhiloLogic